Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.280 Joseph. AJ 9.285 (English) >>Joseph. AJ 9.290

9.283

δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε πολεμῶν τήν τε Συρίαν πᾶσαν τήν τε Φοινίκην, τό τε ὄνομα τούτου τοῦ βασιλέως ἐν τοῖς Τυρίων ἀρχείοις ἀναγέγραπται· ἐστράτευσε γὰρ ἐπὶ Τύρον βασιλεύοντος αὐτῆς Ἐλουλαίου. μαρτυρεῖ δὲ καὶ τούτοις Μένανδρος τῶν χρονικῶν ποιησάμενος τὴν ἀναγραφὴν καὶ τὰ τῶν Τυρίων ἀρχεῖα μεταφράσας εἰς τὴν Ἑλληνικὴν γλῶτταν, ὃς οὕτως ἐδήλωσε· 9.284καὶ Ἐλουλαῖος θεμένων αὐτῷ Πύας ὄνομα ἐβασίλευσεν ἔτη τριακονταέξ. οὗτος ἀποστάντων Κιτταίων ἀναπλεύσας προσηγάγετο αὐτοὺς πάλιν. ἐπὶ τούτου Σελάμψας τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε Φοινίκην πολεμῶν ἅπασαν, ὅστις σπεισάμενος εἰρήνην μετὰ πάντων ἀνεχώρησεν ὀπίσω· 9.285ἀπέστη τε Τυρίων Σιδὼν καὶ Ἄρκη καὶ πάλαι Τύρος καὶ πολλαὶ ἄλλαι πόλεις, αἳ τῷ Ἀσσυρίων ἑαυτὰς βασιλεῖ παρέδοσαν. διʼ Τυρίων οὐχ ὑποταγέντων πάλιν βασιλεὺς ἐπʼ αὐτοὺς ὑπέστρεψε Φοινίκων συμπληρωσάντων αὐτῷ ναῦς ἑξήκοντα καὶ ἐπικώπους ὀκτακοσίους. 9.286αἷς ἐπιπλεύσαντες οἱ Τύριοι ναυσὶ δεκαδύο τῶν νεῶν τῶν ἀντιπάλων διασπαρεισῶν λαμβάνουσιν αἰχμαλώτους ἄνδρας εἰς πεντακοσίους· ἐπετάθη δὴ πάντων ἐν Τύρῳ τιμή. 9.287διὰ ταῦτʼ ἀναζεύξας τῶν Ἀσσυρίων βασιλεὺς κατέστησε φύλακας ἐπὶ τοῦ ποταμοῦ καὶ τῶν ὑδραγωγείων, οἳ διακωλύσουσι Τυρίους ἀρύεσθαι, καὶ τοῦτο ἔτεσι πέντε γενόμενον ἐκαρτέρησαν πίνοντες ἐκ φρεάτων ὀρυκτῶν.” καὶ τὰ μὲν ἐν τοῖς Τυρίων ἀρχείοις γεγραμμένα κατὰ Σαλμανάσσου τοῦ Ἀσσυρίων βασιλέως ταῦτʼ ἐστίν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.280 Joseph. AJ 9.285 (English) >>Joseph. AJ 9.290

Powered by PhiloLogic